Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.338 Joseph. AJ 8.343 (English) >>Joseph. AJ 8.347

8.341τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατʼ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης. 8.342ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον. 8.343

Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα. 8.344καὶ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.338 Joseph. AJ 8.343 (English) >>Joseph. AJ 8.347

Powered by PhiloLogic